Αριστοτελισμός

Από τη Βικιπαίδεια, την ελεύθερη εγκυκλοπαίδεια
Μετάβαση σε: πλοήγηση, αναζήτηση


Αριστοτελισμός είναι μια παράδοση της φιλοσοφίας που αντλεί την καθοριστική της έμπνευση από το έργο του Αριστοτέλη. Τα έργα του Αριστοτέλη είχαν αρχικά διαφυλαχθεί από τα μέλη της Περιπατητικής Σχολής και, αργότερα, από τους Νεοπλατωνικούς και παράγονταν πολλά σχόλια για τα γραπτά του Αριστοτέλη.

Σύνοψη[Επεξεργασία | επεξεργασία κώδικα]

Στον ισλαμικό κόσμο τα έργα του Αριστοτέλη μεταφράστηκαν στα αραβικά από φιλοσόφους, όπως ο Αβικέννας και Αβερρόης. Αν και υπήρχε κάποια γνώση των λογικών έργων του Αριστοτέλη στη Δυτική Ευρώπη μέχρι τις λατινικές μεταφράσεις του 12ου αιώνα, τα έργα του Αριστοτέλη μέσω των αραβικών σχολιαστών έγιναν ευρύτερα γνωστά.

Οι μελετητές όπως Αλβέρτος ο Μέγας (Albertus Magnus) και ο Θωμάς ο Ακινάτης, αλλά και ο Γεώργιος Παχυμέρης στο Βυζάντιο ερμηνεύουν και συστηματοποιούν τα έργα του Αριστοτέλη, σύμφωνα με την χριστιανική θεολογία.

Η χαρακτηριστική, όμως, αριστοτελική ιδέα της τελεολογίας διαβιβάστηκε μέσω Καντ και Χέγκελ. Έκτοτε η μελέτη των έργων του Αριστοτέλη συνεχίζεται μέχρι τις μέρες μας.[1]


Περί διαιρέσεων[Επεξεργασία | επεξεργασία κώδικα]

Τῆς φιλίας τρία εἴδη ἐστίν· ἡ μὲν γὰρ αὐτῆς ἐστι φυσική͵ ἡ δὲ ἑταιρική͵ ἡ δὲ ξενική.φυσικὴν μὲν οὖν ταύτην λέγομεν͵ ἣν οἱ γονεῖς πρὸς τὰ ἔκγονα ἔχουσι καὶ οἱ συγγενεῖς πρὸς ἀλλήλους· ταύτην δὲ κεκλήρωται καὶ τἆλλα ζῷα. ἑταιρικὴν δὲ καλοῦμεν τὴν ἀπὸ συνηθείας γινομένην καὶ μηδὲν προσήκουσαν γένει͵ ἀλλ΄ οἷον ἡ Πυλάδου πρὸς Ὀρέστην. ἡ δὲ ξενικὴ φιλία ἡ ἀπὸ συστάσεως καὶ διὰ γραμμάτων γινομένη πρὸς τοὺς ξένους. τῆς ἄρα φιλίας ἡ μέν ἐστι φυσική͵ ἡ δὲ ἑταιρική͵ ἡ δὲ ξενική· προστιθέασι δέ τινες τετάρτην ἐρωτικήν. .

Τῆς ἰατρικῆς ἐστιν εἴδη πέντε· ἡ μὲν φαρμακευτική͵ ἡ δὲ χειρουργική͵ ἡ δὲ διαιτητική͵ ἡ δὲ νοσογνωμονική͵ ἡ δὲ βοηθητική. ἡ μὲν φαρμακευτικὴ διὰ φαρμάκων ἰᾶται τὰς ἀρρωστίας. ἡ δὲ χειρουργικὴ διὰ τοῦ τέμνειν καὶ καίειν ὑγιάζει͵ ἡ δὲ διαιτητικὴ διὰ τοῦ διαιτᾶν ἀπαλλάττει τῆς ἀρρωστίας͵ ἡ δὲ νοσογνωμονικὴ διὰ τοῦ γνῶ ναι τὸ ἀρρώστημα͵ ἡ δὲ βοηθητικὴ διὰ τοῦ βοηθῆσαι εἰς τὸ παραχρῆμα ἀπαλλάττει τῆς ἀλγηδόνος. τῆς ἄρα ἰατρικῆς ἡ μέν ἐστι φαρμακευτική͵ ἡ δὲ χειρουργική͵ ἡ δὲ διαιτητική͵ ἡ δὲ νοσογνωμονική͵ ἡ δὲ βοηθητική.

Νόμου διαιρέσεις δύο· ὁ μὲν γὰρ αὐτοῦ γεγραμμένος͵ ὁ δὲ ἄγραφος. ᾧ μὲν ἐν ταῖς πόλεσι πολιτευόμεθα͵ γεγραμμένος ἐστίν· ὁ δὲ κατὰ ἔθη γινόμενος οὗτος ἄγραφος καλεῖται· οἷον τὸ μὴ γυμνὸν πορεύεσθαι εἰς τὴν ἀγορὰν μηδὲ γυναικεῖον ἱμάτιον περιβάλλεσθαι. ταῦτα γὰρ οὐδεὶς νόμος κωλύει͵ ἀλλ΄ ὅμως οὐ πράττομεν διὰ τὸ ἀγράφῳ νόμῳ κωλύεσθαι. τοῦ ἄρα νόμου ἐστὶν ὁ μὲν γεγραμ μένος͵ ὁ δὲ ἄγραφος.

λόγος διαιρεῖται εἰς πέντε͵ ὧν εἷς μέν ἐστιν͵ ὃν οἱ πολιτευόμενοι λέγουσιν ἐν ταῖς ἐκκλησίαις͵ ὃς καλεῖται πολιτικός· ἑτέρα δὲ διαίρεσις λόγου ὃν οἱ ῥήτορες γράφουσι καὶ εἰς ἐπίδειξίν τε προφέρουσι καὶ εἰς δικαστήριον͵ οἷον ἐγκώμια καὶ ψόγους καὶ κατηγορίας καὶ ἀπολογίας τὸ δὴ τοιοῦτον εἶδός ἐστι ῥητορικόν. τρίτη δὲ διαίρεσις λόγου͵ ὃν οἱ ἰδιῶται διαλέγονται πρὸς ἀλλήλους· οὗτος δὴ ὁ τρόπος προσαγορεύεται ἰδιωτικός. ἑτέρα δὲ διαίρεσις λόγου͵ ὃν οἱ κατὰ βραχὺ ἐρωτῶντες καὶ ἀποκρινόμενοι τοῖς ἐρωτῶσι διαλέγονται· οὗτος δὲ καλεῖ ται ὁ λόγος διαλεκτικός. πέμπτη δὲ διαίρεσις λόγου͵ ὃν οἱ τεχνῖται περὶ τῆς ἑαυτῶν.

διαιρεῖται ἡ εὐταξία εἰς τέσσαρα. ἔστι γὰρ αὐτῆς ἓν μὲν περὶ ψυχήν͵ ἓν δὲ περὶ σῶμα͵ ἓν δὲ περὶ πλῆθος͵ ἓν δὲ περὶ κινήσεις. ἡ μὲν οὖν ἐν τῇ ψυχῇ εὐταξία ἐγγινομένη κοσμιότης καλεῖται͵ ἡ δὲ ἐν τῷ σώματι εὐταξία κάλλος καλεῖται͵ ἡ δὲ ἐν κινήσει εὐταξία εὐρυθμία ὀνομάζεται͵ ἡ δὲ ἐν τῷ πλήθει͵ οἷον ἡ πρὸς ἄρχοντας πειθαρχία εὐταξία προσαγορεύεται.

διαιρεῖται ἡ ἀταξία εἰς τέσσαρα. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐν ψυχῇ͵ ἓν δὲ ἐν σώματι͵ ἓν δὲ ἐν πλήθει͵ ἓν δὲ ἐν κινήσει. ἡ μὲν οὖν ἐν τῇ ψυχῇ ἀταξία ἐγγινομένη ἀσωτία ἢ ἀκολασία καλεῖται͵ ἡ δὲ ἐν τῷ σώματι ἀταξία αἰσχρότης καλεῖται͵ ἡ δὲ ἐν τῷ πλήθει ἀταξία ἀπειθαρχία καλεῖται͵ ἡ δὲ ἐν κινήσει ἀρρυθμία προσαγορεύεται.

Τῆς φιλανθρωπίας ἐστὶν εἴδη τρία· ἓν μὲν διὰ τῆς προσηγορίας γινόμενον͵ οἷον ἐν ᾧ τινες τὸν ἐντυχόντα πάντα προσαγορεύουσι καὶ τὴν δεξιὰν ἐμβάλλοντες χαι ρετίζουσιν· ἄλλο εἶδος͵ ὅταν τις βοηθητικὸς ᾖ παντὶ τῷ ἀτυχοῦντι· ἕτερον εἶδός ἐστι τῆς φιλανθρωπίας͵ ἐν ᾧ τινες φιλοδειπνισταί εἰσι. τῆς ἄρα φιλανθρωπίας τὸ μέν ἐστι διὰ τοῦ προσαγορεύειν͵ τὸ δὲ διὰ τοῦ εὐεργετεῖν͵ τὸ δὲ διὰ τοῦ ἑστιᾶν καὶ φιλοσυνουσιάζειν.

τὸ κάλλος διαιρεῖται εἰς τρία· ἓν μὲν γὰρ αὐτοῦ ἐστιν ἐπαινετόν͵ οἷον ἡ διὰ τῆς ὄψεως εὐμορφία· ἄλλο δὲ χρηστικόν͵ οἷον ὄργανον καὶ οἰκία καὶ τὰ τοιαῦτα πρὸς χρῆσίν ἐστι καλά· τὰ δὲ πρὸς νόμους καὶ ἐπιτηδεύματα καὶ τὰ τοιαῦτα πρὸς ὠφέλειάν ἐστι καλά. τοῦ ἄρα κάλλους τὸ μέν ἐστι πρὸς ἔπαινον͵ τὸ δὲ πρὸς χρῆσιν͵ τὸ δὲ πρὸς ὠφέλειαν.

Τῆς τελείας ἀρετῆς εἴδη ἐστὶ τέτταρα· ἓν μὲν φρόνησις͵ ἓν δὲ δικαιοσύνη͵ ἄλλο δ΄ ἀνδρεία͵ τέταρτον σωφροσύνη. τούτων ἡ μὲν φρό νησις αἰτία τοῦ πράττειν ὀρθῶς τὰ πράγματα· ἡ δὲ δικαιοσύνη τοῦ ἐν ταῖς κοινωνίαις καὶ τοῖς συναλλάγμασι δικαιοπραγεῖν· ἡ δὲ ἀνδρεία τοῦ ἐν τοῖς κινδύνοις καὶ φοβεροῖς μὴ [ἐξίστασθαι] τρεῖν ͵ ἀλλὰ μένειν· ἡ δὲ σωφροσύνη τοῦ κρατεῖν τῶν ἐπιθυμιῶν καὶ ὑπὸ μηδεμιᾶς ἡδονῆς δουλοῦσθαι͵ ἀλλὰ κοσμίως ζῆν. τῆς ἀρετῆς ἄρα τὸ μέν ἐστι φρόνησις͵ ἄλλο δικαιοσύνη͵ τρίτον ἀνδρεία͵ τέταρτον σωφροσύνη.

Διαιρεῖται ἡ κίνησις εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν κατὰ τόπον͵ ἓν δὲ κατὰ ἀλλοίωσιν͵ ἓν δὲ αὐτὴ καθ΄ ἑαυτὴν ἡ κίνησις. ἔστι δὲ ἡ μὲν κατὰ τόπον τὸ ἐξαλλάσσειν τόπον ἐκ τόπου͵ οἷον οἱ τρέχοντες καὶ πηδῶντες καὶ πλέοντες καὶ αἱ ἄλλαι αἱ τοιαῦται κινήσεις. ἡ δὲ κατὰ ἀλλοίωσιν͵ οἷον οἱ αὐξανόμενοι καὶ γηράσκοντες καὶ φθίνοντες καὶ ἄλλα τοιαῦτα. ἡ δὲ αὐτὴ καθ΄ ἑαυτήν͵ οἷον οἱ τροχοὶ καὶ οἱ ἔμβικες καὶ ὁ κόσμος καὶ ἄλλα τοιαῦτα.[2]

Παραπομπές[Επεξεργασία | επεξεργασία κώδικα]

Βιβλιογραφία[Επεξεργασία | επεξεργασία κώδικα]

Εξωτερικές συνδέσεις[Επεξεργασία | επεξεργασία κώδικα]